Τετάρτη 6 Ιανουαρίου 2016

Με αφορμή τα Άγια Θεοφάνεια...

"ΠΕΙΘΑΡΧΕΙΝ ΔΕΙ ΘΕΩ ΜΑΛΛΟΝ Η ΑΝΘΡΩΠΟΙΣ"
(Πρξ 5, 29)
 
 
Καλή μας φώτιση!!!
 
Μόνο τον Χριστό έχουμε ανάγκη στην ζωή μας, γιατί μόνο ΑΥΤΟΣ είναι η ΖΩΗ!!!
 
"Φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων βοᾷ λέγουσα· Δεῦτε λάβετε πάντες, Πνεῦμα σοφίας, Πνεῦμα συνέσεως, Πνεῦμα φόβου Θεοῦ, τοῦ ἐπιφανέντος Χριστοῦ...
 
Τάδε λέγει Κύριος· Εὐφράνθητι ἔρημος διψῶσα, ἀγαλλιάσθω ἔρημος, καὶ ἀνθείτω ὡς κρίνον. Καὶ ἑξανθήσει, καὶ ὑλοχαρήσει, καὶ ἀγαλλιασεται τὰ ἔρημα τοῦ Ἰορδάνου...
 
Τάδε λέγει Κύριος· οἱ διψῶντες πορεύεσθε ἐφ᾽ ὕδωρ, καὶ ὅσοι μὴ ἔχετε ἀργύριον, βαδίσαντες ἀγοράσατε, καὶ φάγεσθε, καὶ πίεσθε ἄνευ ἀργυρίου καὶ τιμῆς οἶνον καὶ στέαρ, ἵνα τὶ τιμᾶσθε ἀργυρίου ἐν οὐκ ἄρτοις, καὶ ὁ μόχθος ὑμῶν οὐκ εἰς πλησμονήν; Ἀκούσατέ μου, καὶ φάγεσθε ἀγαθά, καὶ ἐντρυφήσει ἐν ἀγαθοῖς ἡ ψυχὴ ὑμῶν...
 
Μέγας εἶ, Κύριε, καὶ θαυμαστὰ τὰ ἔργα σου, καὶ οὐδεὶς λόγος ἐξαρκέσει πρὸς ὕμνον τῶν θαυμασίων σου..."  
(από την ακολουθία του Μεγάλου Αγιασμού)